ΚΑΤΑ ΜΑΡΚΟΝ 11
Mark 11 Stephanus TR
1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἰερουσαλήμ εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ 2καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθὲως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ' ὃν οὐδεὶς ἀνθρώπων κεκάθικεν λύσαντες αὐτὸν ἀγάγετε 3καὶ ἐάν τις ὑμῖν εἴπῃ Τί ποιεῖτε τοῦτο εἴπατε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει καὶ εὐθὲως αὐτὸν ἀποστελεῖ ὧδε 4ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν 5καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς Τί ποιεῖτε λύοντες τὸν πῶλον 6οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ Ἰησοῦς καὶ ἀφῆκαν αὐτούς 7καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν καὶ ἐκάθισεν ἐπ' αὐτῷ 8πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν· 9καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· 10Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου, τοῦ πατρὸς ἡμῶν Δαβίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις

11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψίας ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα

12Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν 13καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ καὶ ἐλθὼν ἐπ' αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων 14καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ

15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ 17καὶ ἐδίδασκεν λέγων αὐτοῖς, Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν ὑμεῖς δὲ εποιήσατε αὐτὸν σπήλαιον λῃστῶν 18καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν· ἐφοβοῦντο γὰρ αὐτόν ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ 19Καὶ ὅτε ὀψὲ ἐγένετο ἐξεπορεύετο ἔξω τῆς πόλεως

20Καὶ πρωῒ παραπορευόμενοι εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν 21καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ Ῥαββί ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται 22καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς Ἔχετε πίστιν θεοῦ 23ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγεῖ γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ 24διὰ τοῦτο λέγω ὑμῖν πάντα ὅσα ἄν προσεύχομενοι αἰτεῖσθε πιστεύετε ὅτι λαμβάνετέ καὶ ἔσται ὑμῖν

25καὶ ὅταν στήκητε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν

26εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδε ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφησεὶ τὰ παραπτώματα ὑμῶν 27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28καὶ λέγουσιν αὐτῷ Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς 29ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς Ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι 31καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ Διὰτί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ 32ἀλλ' ἐὰν εἴπωμεν Ἐξ ἀνθρώπων ἐφοβοῦντο τὸν λαόν ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι ὄντως προφήτης ἦν 33καὶ ἀποκριθέντες λέγουσιν τῷ Ἰησοῦ Οὐκ οἴδαμεν καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ

Stephanus Novum Testamentum Graece 1550.

Bible Hub
Mark 10
Top of Page
Top of Page